
Key Phrases of This Lesson
Watch the Video here
Transcript
χαίρετε. ἆρα ἔτι μέμνησθε πῶς ἑλληνιστὶ πυνθανόμεθα τὸ ὄνομα; καλῶς. σήμερον γὰρ ὀψόμεθα ἄλλο χρήσιμον ἐρώτημα· τίς εἶ; προσέχετε δὲ τὸν νοῦν καὶ τοῖς ἑλληνιστὶ ὑπογεγραμμένοις λόγοις. ἀρξώμεθα δέ.
Hi! Do you still remember how we ask for somebody’s name in Greek? Good. Today we will see another useful question: “Who are you?” Take also look at the subtitles in Greek. So let’s start!
Ἰέννι· χαῖρε· τίς εἶ σύ;
‘Ραίνηρ· ἐγώ εἰμι μαθητής.καὶ ὑμεῖς; ἆρα ὑμεῖς ἐστε μαθηταί;
‘Ρογῆρος· οὐδαμῶς· ἡμεῖς οὔκ ἐσμεν μαθηταί, ἀλλὰ διδάσκαλοι.
Jenny: Hi! Who are you!
Rainer: I am a student. And you? Are you students?
Rogelio: No, we aren’t students but teachers.
τὸ μὲν πρῶτον οὖν ἐρωτῶμεν· τίς εἶ; ἤ· τίς εἶ σύ; (ὃ ὀλίγον ἰσχυρότερόν ἐστι ἐν τῷ “σύ”). ἀποκρινόμεθα δέ· ἐγώ εἰμι διδάσκαλος, μαθητής, μαθήτρια. εἰ δὲ πλείους ἀνθρώπους ἐρωτῶμεν, δεῖ ἡμᾶς εἰπεῖν· τίνες ἐστὲ ὑμεῖς; ἀποκρινόμεθα δέ· ἡμεῖς ἐσμεν διδάσκαλοι, μαθηταί, μαθήτριαι.
So first of all we ask: “Who are you?” or “Who are you?” (which is a bit more emphasized in the “you”). We answer: “I am a teacher, a (male) student, a (female) student.” If we ask more than one person we need to say: “Who are you?” We answer: “We are teachers, (male) students, (female) students.”
‘Ραίνηρ· τίς ἐστιν ὁ Σωκράτης;
‘Ρογῆρος· ὁ Σωκράτης ἔνδοξος φιλόσοφός ἐστιν.
Ἰέννι· οὐδαμῶς· ὁ Σωρκράτης οὐ φιλόσοφός ἐστιν, ἀλλὰ σοφιστής, ὃς μόνον λαλεῖ καὶ τοὺς νέους διαφθείρει.
Who is Socrates?
Socrates is a famous philosopher.
No way! Socrates isn’t a philosopher but a sophist who only babbles and corrupts the youth.
ὡς ὁρᾶτε τὸ τίς ἐστιν; ἢ τίς εἶ; ἐρώτημα δεινὸν καὶ μάλα φιλοσοφικόν ἐστιν. δυνάμεθα γὰρ ποικίλως ἀποκρίνεσθαι. τίς εἰμι ἐγώ; ἐγώ εἰμι διδάσκαλος, ἀλλὰ καὶ γυνὴ καὶ φιλόκυνος καὶ ἄλλα πολλά.
As you can see, ““Who is he?” or Who are you?” is a strange and pretty philosophical question, for we can answer it in many ways. Who am I? I am a teacher but also a woman, a dog lover and many other things.
‘Ραίνηρ· τίς ἐστιν ὁ Ὀδυσσεύς;
‘Ρογῆρος· ὁ Ὀδυσσεύς ἐστιν ἀνδρεῖος ἀνήρ, ἥρως τῶν πάλαι μύθων, ὃς τὴν Τροίαν ἔπερσε.
Ἰέννι· οὐδαμῶς· ὁ Ὀδυσσεὺς οὔκ ἐστιν ἀνδρεῖος ἀνήρ, ἀλλὰ δόλιος μόνον· ἐμηχανήσατο γὰρ τὸν ξύλινον ἵππον καὶ οὕτως εἷλεν τὴν Τροίαν· οὐκ οὖν ἀνδρειότητι ἀλλὰ δόλῳ ἐνίκησεν.
Who is Odysseus?
Odysseus is a brave man, a hero of ancient myths who destroyed Troy.
No, Odysseus is not a brave man but only clever. He invented the wooden horse and thus took Troy: he did not win by bravery but trickery.
μετὰ δὲ τὴν Τροίας ἅλωσιν ὁ Ὀδυσσεὺς ἐπλανᾶτο πολὺν χρόνον κατὰ τὴν θάλατταν · ἐπεὶ δὲ οἴκαδε ἐπανέρχεται οὐδεὶς τῶν οἰκείων ἐπιγιγνώσκει αὐτόν, φαίνεται γὰρ ὢν γέρων τις πτωχός. εἷς μόνος οἶδε τίς ἐστιν οὗτος ὁ ξένος· ὁ Ἄργος, ὁ τοῦ Ὀδυσσέως κύων ἐπιγιγνώσκει αὐτὸν καὶ πρῶτος ἁπάντων ἀσπάζεται τὸν δεσπότην.
After the capture of Troy Odysseus wandered the sea for a long time. When he finally comes home nobody from his family and friends recognizes him, for he seems to be just some poor old guy. Only one (person) knows who this stranger is: Argos, Odysseus’ dog, recognizes him and greets, first of all, his master.
τίνες δ’ ἐστὲ ὑμεῖς; διδάσκαλοι, μαθηταί, μαθήτριαι, φιλέλληνες; λέγετε ὑμῖν ἐν τοῖς κάτω ὑπομνήμασιν, καὶ ἔρρωσθε.
So who are you? Teachers, (male) students, (female) students, friends of the Greeks? Tell us in the comments below, and: bye!