Background info
The story of Alexander and the Gordian knot is told by Arrian and Plutarch (see sources below). It can be interpreted in many different ways, depending on whether you see Alexander as a ruthless power seeker who does not care for religious traditions or as a smart guy who is thinking out of the box. As a proverbially tricky thing the “Gordian knot” is first mentioned by Libanius (4th century CE): δεσμὸν χαλεπώτερον εἰς λύσιν τοῦ Γορδίου λέλυκας – “You have untied a knot more difficult than the Gordian (knot).”
Video
Transcript
χαίρετε. ἰδού, ὁ Ἀλέξανδρος. ὁ Ἀλέξανδρος ἦν βασιλεύς. ἐβασίλευε δὲ τῆς Μακεδονίας. ἦλθέν ποτε ὁ Ἀλέξανδρος εἰς πόλιν ἣ ἐκαλεῖτο Γόρδιον. ἐν τῷ Γορδίῳ ἦν θαυμαστόν τι· δεσμός. οὗτος ὁ δεσμὸς θαυμαστὸς ἦν ὅτι ἀδύνατον ἦν λῦσαι αὐτόν. ἐλέγετο δὲ ὅτι ὁ λύσας τὸν δεσμὸν βασιλεὺς γενήσεται πάσης τῆς οἰκουμένης. ὁ οὖν Ἀλέξανδρος ἐβούλετο λῦσαι τὸν δεσμόν, ἵνα γένοιτο βασιλεὺς τῆς οἰκουμένης. ἀλλὰ ἐν ἀπορίᾳ ἦν· πῶς ἐδύνατο λῦσαι τὸν δεσμόν; πολὺν χρόνον ἐπειρᾶτο ὁ Ἀλέξανδρος, ἀλλὰ οὐχ οἷός τ’ ἦν. τέλος οὖν ἔλαβε τὸ ξίφος καὶ τὸν δεσμὸν διέκοψε. οὕτως οὖν ἔλυσε ὁ Ἀλέξανδρος τὸν δεσμὸν τοῦ Γορδίου. μετὰ τοῦτο ἦλθεν εἰς ἄλλας χώρας· ἦλθεν εἰς τὴν Αἴγυπτον καὶ βασιλεὺς ἐγένετο τῆς Αἰγύπτου. ἦλθεν εἰς τὴν Περσικὴν καὶ βασιλεὺς ἐγένετο τῆς Περσικῆς. ἦλθεν καὶ εἰς τὴν Ἰνδικήν, ἀλλὰ… οὐκ ἐγένετο βασιλεὺς τῆς Ἰνδικῆς. οὕτως οὖν ὁ Ἀλέξανδρος, καίπερ λύσας τὸν δεσμὸν τοῦ Γορδίου, οὐκ ἐγένετο βασιλεὺς πάσης τῆς οἰκουμένης, ἀλλὰ σχεδόν· πολλῶν γὰρ χωρῶν ἐβασίλευε ὁ Ἀλέξανδρος, ὅθεν ἔτι καὶ νῦν καλεῖται· Ἀλέξανδρος ὁ μέγας. ἔργον δὲ δύσκολον ἔτι καὶ νῦν καλεῖται· δεσμὸς τοῦ Γορδίου.
Original Sources
Arrian, Anabasis of Alexander (2.3)
(1) Ἀλέξανδρος δὲ ὡς ἐς Γόρδιον παρῆλθε, πόθος λαμ-
βάνει αὐτὸν ἀνελθόντα ἐς τὴν ἄκραν, ἵνα καὶ τὰ βα-
σίλεια ἦν τὰ Γορδίου καὶ τοῦ παιδὸς αὐτοῦ Μίδου,
τὴν ἅμαξαν ἰδεῖν τὴν Γορδίου καὶ τοῦ ζυγοῦ τῆς
(2) ἁμάξης τὸν δεσμόν. λόγος δὲ περὶ τῆς ἁμάξης ἐκείνης
παρὰ τοῖς προσχώροις πολὺς κατεῖχε, Γόρδιον εἶναι
τῶν πάλαι Φρυγῶν ἄνδρα πένητα καὶ ὀλίγην εἶναι
αὐτῷ γῆν ἐργάζεσθαι καὶ ζεύγη βοῶν δύο· […]
πρὸς δὲ δὴ τούτοις καὶ τόδε περὶ
τῆς ἁμάξης ἐμυθεύετο, ὅστις λύσειε τοῦ ζυγοῦ τῆς
ἁμάξης τὸν δεσμόν, τοῦτον χρῆναι ἄρξαι τῆς Ἀσίας.
(7) ἦν δὲ ὁ δεσμὸς ἐκ φλοιοῦ κρανίας καὶ τούτου οὔτε
τέλος οὔτε ἀρχὴ ἐφαίνετο. Ἀλέξανδρος δὲ ὡς ἀπόρως
μὲν εἶχεν ἐξευρεῖν λύσιν τοῦ δεσμοῦ, ἄλυτον δὲ
περιιδεῖν οὐκ ἤθελε, μή τινα καὶ τοῦτο ἐς τοὺς πολ-
λοὺς κίνησιν ἐργάσηται, οἱ μὲν λέγουσιν, ὅτι παίσας (5)
τῷ ξίφει διέκοψε τὸν δεσμὸν καὶ λελύσθαι ἔφη· Ἀρι-
στόβουλος δὲ λέγει ἐξελόντα τὸν ἕστορα τοῦ ῥυμοῦ,
ὃς ἦν τύλος διαβεβλημένος διὰ τοῦ ῥυμοῦ διαμπάξ,
ξυνέχων τὸν δεσμόν, ἐξελκύσαι ἔξω τοῦ ῥυμοῦ τὸ<ν>
(8) ζυγόν. ὅπως μὲν δὴ ἐπράχθη τὰ ἀμφὶ τῷ δεσμῷ
τούτῳ Ἀλεξάνδρῳ οὐκ ἔχω ἰσχυρίσασθαι. ἀπηλλάγη
δ’ οὖν ἀπὸ τῆς ἁμάξης αὐτός τε καὶ οἱ ἀμφ’ αὐτὸν
ὡς τοῦ λογίου τοῦ ἐπὶ τῇ λύσει τοῦ δεσμοῦ ξυμβεβη-
κότος. καὶ γὰρ καὶ τῆς νυκτὸς ἐκείνης βρονταί τε (5)
καὶ σέλας ἐξ οὐρανοῦ ἐπεσήμηναν· καὶ ἐπὶ τούτοις
ἔθυε τῇ ὑστεραίᾳ Ἀλέξανδρος τοῖς φήνασι θεοῖς τά
τε σημεῖα καὶ τοῦ δεσμοῦ τὴν λύσιν.
Plutarch, Life of Alexander (18)
(1) Μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντιστάντας ᾕρει καὶ
(2) Φρυγίαν ἐχειροῦτο· καὶ Γόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ
παλαιοῦ γενέσθαι λεγομένην, παραλαβών, τὴν θρυλου-
μένην ἅμαξαν εἶδε, φλοιῷ κρανείας ἐνδεδεμένην, καὶ λόγον
ἐπ’ αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς
τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς (5)
(3) οἰκουμένης. οἱ μὲν οὖν πολλοί φασι, τῶν δεσμῶν τυφλὰς
ἐχόντων τὰς ἀρχὰς καὶ δι’ ἀλλήλων πολλάκις σκολιοῖς
ἑλιγμοῖς ὑποφερομένων, τὸν Ἀλέξανδρον ἀμηχανοῦντα
λῦσαι, διατεμεῖν τῇ μαχαίρᾳ τὸ σύναμμα, καὶ πολλὰς
(4) ἐξ αὐτοῦ κοπέντος ἀρχὰς φανῆναι. Ἀριστόβουλος δὲ
καὶ πάνυ λέγει ῥᾳδίαν αὐτῷ γενέσθαι
τὴν λύσιν, ἐξελόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον,
ᾧ συνείχετο τὸ ζυγόδεσμον, εἶθ’ οὕτως ὑφελκύσαντι τὸν ζυγόν. (5)